Ἀνδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος· παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βίᾳ τούτου νικώμενον· σοῦ δὲ ἄκαμπτος, δεξιὰ τεταμένη τῶν ἀνθράκων, φλεγομένη παραδόξως, περιεγένετο Πάνσοφε.
Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος, καὶ αὐτῷ Μακάριε προσερχόμενος, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, οὐ δαιμόνων ἀπάταις, τῷ Χριστῷ δέ, τῷ Σωτῆρι καὶ Δεσπότῃ, καὶ ἐσαεὶ βασιλεύοντι.
Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σε Πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα· σεαυτὸν δὲ τῷ Θεῷ, ὡς πανάμωμον σφάγιον, ὡλοκαύτωσας, τῷ πυρὶ τῶν βασάνων, ὃν δυσώπει, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.