Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Δευτέρα 14 Νοεμβρίου 2011

ΕΛΑΤΗΡ ΤΩΝ ΔΑΙΜΟΝΩΝ ΑΝΑΔΕΙΧΘΕΙΣ


Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ  Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.