Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.
Ἀνάλγητος, διαμένεις πυρὶ δαπανώμενος, καὶ τριχίνοις, τὰς πλευρὰς προστριβόμενος ῥάκεσιν· ἡ γὰρ θεία χάρις, συμπαροῦσα Μηνᾶ σε ἐνίσχυσε.
Παρίστασο, πρὸ βημάτων τυράννων κρινόμενος, καὶ τὴν πλάνην, στηλιτεύων Μηνᾶ παναοίδιμε, σεαυτὸν δὲ στήλην, εὐσεβείας πιστοῖς παρεχόμενος.
Ἱδρῶτί σου, τῶν ἀφώνων τὴν πλάνην ἐξήρανας, τῶν εἰδώλων, σεαυτὸν δὲ ναὸν ᾠκοδόμησας, τῆς σεπτῆς Τριάδος, Ἀθλοφόρε Μηνᾶ ἀξιάγαστε.