Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 11 Νοεμβρίου 2011

ΣΕΣΟΒΗΜΕΝΟΥΣ ΕΔΕΙΞΑΣ


Σεσοβημένους ἔδειξας, θεοφόρε Θεόδωρε, τοὺς ἐφευρετὰς τῶν δυσσεβῶν αἱρέσεων, διδάσκων τὴν ἄχραντον, τιμητικῶς εἰκόνα Χριστοῦ, σέβειν προσκυνεῖν τε, καὶ τιμᾶν θεοφρόνως, καὶ μέλπειν τῷ Δεσπότῃ, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Διὰ παντὸς τοῦ βίου σου, θεοφόρε Θεόδωρε, τῆς ὀρθοδοξίας, ὁδηγὸς γεγένησαι, φωστὴρ φαεινότατος, θεοειδὴς διδάσκαλος, τύπος Μοναστῶν, καὶ ἀκριβὴς νομογράφος, διδάσκων ἀναμέλπειν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐπὶ τῆς γῆς ἠγώνισαι, εὐσεβείας διδάσκαλος, καὶ τῆς ἀληθείας, ἀψευδὴς συνήγορος, Παμμάκαρ γενόμενος, ἐν οὐρανοῖς δὲ δῶρον Θεοῦ, τῆς δικαιοσύνης ἀνεδήσω στεφάνους, τὸν δρόμον ἐκτελέσας, καὶ τὴν πίστιν τηρήσας, Χριστὸν δοξολογήσας, εἰς πάντας τοὺς αἰῶνας.

Γνώσει τὸν νοῦν ἐλάμπρυνας, σωφροσύνῃ τὴν ἔφεσιν, καὶ τὸ θυμικὸν δὲ τῇ ἀνδρείᾳ ἔζωσας, ἰθύνας Θεόδωρε, δικαιοσύνῃ πάνσοφε, ἱεροπρεπῶς τὰς ψυχικάς σου δυνάμεις, συμφώνως ἀναμέλπων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.