Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 17 Νοεμβρίου 2011

ΧΑΙΡΟΙΣ ΘΕΟΛΟΓΙΑΙΣ ΣΑΦΩΣ, ΙΕΡΩΤΑΤΑΙΣ ΙΕΡΩΣ ΣΕΜΝΥΝΟΜΕΝΟΣ


Χαίροις θεολογίαις σαφῶς, ἱερωτάταις ἱερῶς σεμνυνόμενος, ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ τῶν δογμάτων κρηπίς, τὸ τοῦ Παρακλήτου θεῖον ὄργανον, ὁ νοῦς ὁ οὐράνιος, ἡ κιθάρα τοῦ Πνεύματος, ποιμὴν ὁ μέγας, καὶ Χριστοῦ Ἀρχιποίμενος, θρέμμα γνήσιον, καὶ ἀρνίον πραότατον· κρήνη ἀναβλυστάνουσα, δογμάτων τὰ νάματα, καὶ ἰαμάτων τὰ ῥεῖθρα, ἱερομύστα Γρηγόριε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. 

Χαίροις, Ἱεραρχῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς Ἐκκλησίας, ἱερωσύνης κανών· ποταμὸς ναμάτων θείων ἔμπλεως, ἐξ ὧν καταρδεύεται, ἡ ὑφήλιος ἅπασα, πρὸς εὐκαρπίαν, ψυχικὴν καὶ σωτήριον, καὶ αἱρέσεων, ἀποπλύνεται βόρβορος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, στόμα τὸν νόμον τὸν θεῖον, ἐμμελετῆσαν Γρηγόριε, Θεοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ὄμβροις σῶν ἱερῶν προσευχῶν, λίμνην ἐξήρανας ποτὲ μάχης πρόξενον· καὶ ῥεῖθρον τῇ δενδρωθείσῃ, ῥάβδῳ ἀτάκτως σοφέ, ἐπικλύζον εἵργεις θείᾳ χάριτι· βωμούς κατηδάφισας, τῶν δαιμονων Γρηγόριε, τῆς ἀπιστίας, τὸν χειμῶνα διέλυσας, θερμοτάταις σου, πρὸς Θεὸν παρακλήσεσι, θαύμασιν ἐβεβαίωσας, ψυχὰς καὶ προσήγαγες, τῷ εὐεργέτῃ τῶν ὅλων, παρ' οὗ τὸν ἄξιον εἴληφας, μισθόν, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Τὸν περιβόητον ἐν θαύμασιν Ἱεράρχην, καὶ τὰ ἄψυχα αἰδούμενα παραδόξως μετεβάλλετο· λίμνη γὰρ ἐχερσοῦτο, ἀδελφοὺς νουθετοῦσα, ῥάβδος δὲ ἐδενδροῦτο, ποταμόν χαλινοῦσα, λίθος λόγῳ μετετέθη, μεταφέρων τοὺς ἀπίστους πρὸς τὴν τοῦ Θεοῦ ἐπίγνωσιν, δι' ἧς τὸ μέγα ἔλεος, παράσχου ὁ Θεὸς ταῖς ψυχαῖς ἡμῶν.