Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 19 Νοεμβρίου 2011

ΡΑΠΙΖΕΣΘΩ, ΔΕΞΙΑ ΠΥΡΟΥΜΕΝΗ ΤΑ ΠΡΟΣΩΠΑ


Ῥαπιζέσθω, δεξιᾷ πυρουμένῃ τὰ πρόσωπα, τῶν δαιμόνων, τῶν πιστῶν δὲ καρδίαι σκιρτάτωσαν, καὶ τῶν Ἀσωμάτων, αἱ χορεῖαι φαιδρῶς εὐφραινέσθωσαν.

Λαμπρύνεται, τῶν καλῶν σου ἀγώνων τὰ τρόπαια, καὶ τὰς νίκας, καὶ τῶν ἄθλων ὁρῶσα τὰ ἔπαθλα, ἡ τῶν πρωτοτόκων, ἐκλεκτὴ καὶ φωσφόρος ὁμήγυρις.

Ἀνάστητε, οἱ καλοὶ νῦν ζωγράφοι τοῦ Μάρτυρος, τὴν εἰκόνα, ταῖς ὑμῶν εὐτεχνίαις λαμπρύνατε, τὸν ἀγωνοθέτην, ἐν αὐτῇ προφανῶς ἐγχαράττοντες.