Ὀρέστα πανόλβιε βαφαῖς, τοῦ ἰδίου αἵματος, σαυτῷ πορφύραν ἐπέχρωσας, ἣν στολισάμενος, καὶ τῆς νίκης στέφος, ἐπαναδησάμενος, Χριστῷ τῷ ἀθανάτῳ παρίστασαι· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πυρὶ τῶν ἀγώνων σου Σοφέ, πλάνην κατενέπρησας, καὶ ταῖς σταγόσι τοῦ αἵματος, ἐχθρὸν ἐβύθισας, παρατάξεις πάσας, καὶ πιστῶν κατήρδευσας, καρδίας βλαστανούσας εὐσέβειαν· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ὄρθρος ἐξανέτειλας αὐγαῖς, καταστράπτων ἅπασαν, τὴν οἰκουμένην τῶν ἄθλων σου, Ὀρέστα ἔνδοξε, Ἀθλητῶν τὸ κλέος, καὶ τῆς ἀθεότητος, τὸ σκότος ἐκδιώκων τῇ χάριτι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.