«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου ὁ Θεὸς τῆς σωτηρίας μου».
Τὴν λίμνην θαυματουργῶν, ἀδελφοκτόνον ἐξήρανας, καὶ ποταμοῦ τὰς ὁρμάς, ἀνέστειλας Πάνσοφε, τὴν ῥάβδον πηξάμενος, τὴν καὶ παραχρῆμα, δενδρωθεῖσαν θείῳ νεύματι.
Ὁ ζῆλος ὁ τοῦ Θεοῦ, κατέφαγέ σε Γρηγόριε· μὴ καρτερῶν γὰρ ὁρᾶν, Θεὸν ὑβριζόμενον, λαὸν ματαιόφρονα, ταῖς σαῖς ἱκεσίαις, θεορρῆμον ἐξωλόθρευσας.
Νενέκρωται βουληθείς, ἐξουθενεῖν σε ὁ δείλαιος, Ἑβραῖος ὁ δυσσεβής, Θεοῦ σε δοξάζοντος, θεόφρον Γρηγόριε, τῶν αὐτοῦ δογμάτων, πληρωτὴν ἀναδεικνύμενον.