«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».
Συναπεβάλου ταῖς πληγαῖς, σὺ τοὺς δερματίνους χιτῶνας, τῆς ἁμαρτίας, καὶ στολὴν ἐνεδύσω μηκέτι παλαίωσιν δεχομένην Μακάριε, ἣν ἐξύφανεν ἡ χάρις ἐπιφανεῖσα.
Τῇ πυρπολήσει τῶν πολλῶν, Μάρτυς καὶ σεπτῶν σου ἀγώνων, ἡ ἀκανθώδης πονηρά, ἀθεΐα τεφροῦται αἱμάτων τε, ταῖς ῥοαῖς ἀποσβέννυται, ἀγνωσίας ἐπηρμένη πυρὰ Παμμάκαρ.
Ἔχων ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς τὴν σεπτήν σου ἑορτήν, ἐκτελοῦσι Μηνᾶ ἀξιάγαστε, καὶ συμπράττεις τοῖς ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.