Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 18 Νοεμβρίου 2011

ΠΛΗΡΗΣ ΓΕΝΝΑΙΟΥ ΦΡΟΝΗΜΑΤΟΣ


Πλήρης γενναίου φρονήματος, τὴν τῶν μελῶν ἐκκοπήν, καὶ τομὴν τὴν τοῦ σώματος, καὶ τὸ πῦρ τὸ ἄστεκτον, τὸν λιμὸν καὶ τὸν θάνατον, ἀνδρειοτάτῃ γνώμῃ ὑπέφερες, τὴν δι' αἰῶνος ἀποκειμένην σοι, δόξαν θηρώμενος, τὴν μὴ διαπίπτουσαν, καὶ προορῶν, τὴν διαιωνίζουσαν, μακαριότητα.

Πᾶσαν ὑπερβὰς τὴν αἴσθησιν, καὶ πρὸς τὴν ἄνω ζωήν, μεταθείς τὴν διάνοιαν, λογισμῷ θεόφρονι, καὶ ψυχῇ μεγαλόφρονι, τῆς εὐτελείας καὶ ταπεινότητος, τῶν ὁρωμένων καταπεφρόνηκας· ὅθεν ξεόμενος, καὶ πυρὶ φλεγόμενος, ὑπὲρ Χριστοῦ, Μάρτυς ἀνδρικώτατα, διεκαρτέρησας.

Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω Πανόλβιε, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.