Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 13 Νοεμβρίου 2011

ΕΚΚΛΗΣΙΑΣ ΦΩΣΤΗΡΑ, ΠΑΝΤΕΣ ΣΕ ΓΙΝΩΣΚΟΜΕΝ ΦΩΤΟΕΙΔΕΣΤΑΤΟΝ


Ἐκκλησίας φωστῆρα, πάντες σε γινώσκομεν φωτοειδέστατον, καὶ ψυχῶν σωτῆρα, ἀναρπάζοντα ταύτας τοῦ φάρυγγος, τοῦ θανατηφόρου καὶ πρὸς ζωὴν καθοδηγοῦντα, τήν αἰώνιον Πάτερ ἀοίδιμε.

Λύεις τὰς παρατάξεις, τῶν αἱρετιζόντων σὺ περιφραξάμενος, εὐσεβείας ὅπλοις, καὶ ἀνδρείᾳ ψυχῆς ἱερώτατε, συγκροτεῖς δὲ χαίρων, περιφανῶς τῶν Ὀρθοδόξων, τάς χορείας συνδέσμῳ τοῦ Πνεύματος.

Πλήρεις ὥσπερ φιάλαι, ἀρωμάτων ἐνθέων αἱ σιαγόνες σου, καὶ τὴν οἰκουμένην, νοηταῖς εὐωδίαις εὐφραίνουσι, τῇ τῶν νοημάτων, μυρεψικῇ μυσταγωγίᾳ, καὶ τῷ κάλλει τῶν λόγων σου Πάνσοφε.