Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 15 Νοεμβρίου 2011

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ


Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Νομίμως, ὡς καλοὶ στρατιῶται θεόφρονες, ἐγκρατευσάμενοι πάντα, καὶ τρανῶς τὴν πίστιν τετηρηκότες, τὸν τῆς θείας, δικαιοσύνης ἤρατε στέφανον.

Τὸ πρὶν μέν, ὁ Ἀββακοὺμ μετάρσιος αἴρεται, τῇ τοῦ Δεσπότου προστάξει, δι' ὑμῶν δὲ κόρη τυραννουμένη, θεηγόροι, τῇ θρεψαμένῃ ἀποκαθίσταται.

Ἀστράπτει, ἡ σορὸς τῶν Μαρτύρων τοῖς θαύμασι, καὶ ποταμοὺς ἀναβλύζει, ἰαμάτων πᾶσι τοῖς προσιοῦσι, καὶ τοῖς πίστει, τὴν αὐτῶν καρτερίαν θαυμάζουσι.