Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Εὐπρεπὴς ὥσπερ κόρη, ἐξ ἐλαιῶν στέφανον, ἐπιφερομένη ἐπώφθη σοι Ἀξιάγαστε, τοῦ Ἐλεήμονος, ἡ εὐσυμπάθητος χάρις, προσεφελκομένη σε, πρὸς θεῖον ἔλεος.
Ἱερὸν ἐπὶ θρόνον, ψήφῳ Θεοῦ ἔνδοξε, Πάτερ Ἰωάννη καθίσας, καθάπερ Ἄγγελος, σὺ πεπολίτευσαι, εἰρηνικὰς ἀναφέρων, ἱερὰς θυσίας τε τῷ Πανοικτίρμονι.
Τῇ πολλῇ συμπαθείᾳ, τὸν συμπαθῆ Κύριον, Πάτερ θεραπεύων δι' οἶκτον, σάρκα πτωχεύσαντα, πτωχοῖς ἐπήρκεσας, ξένους ἀστέγους συνῆξας, πληρωτὴς προστάξεων, θείων γενόμενος.