Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Παρασκευή 18 Νοεμβρίου 2011

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΟΤΕ....


Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νομίμως ἀθλήσαντα, καὶ τοὺς ἐχθρούς σου καταπατήσαντα, τῷ τῆς νίκης στεφάνῳ, ὁ ἀθλοθέτης σε ἐστεφάνωσε, μεγαλοφώνως βοῶντα καὶ λέγοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μετέστης γηθόμενος, πρὸς τὸν ἀεὶ σοι πάλαι ποθούμενον, οὗ τὸ ἄχραντον πάθος τὸ σωτηρίας ἀνθρώποις αἴτιον, γεγενημένον μιμούμενος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐξέστησαν ἅπασαι, τὴν καρτερίαν τῆς σῆς ἀθλήσεως, οὐρανῶν αἱ Δυνάμεις, καὶ τῶν ἀνθρώπων οἱ τότε βλέποντες· ὑπερφυῶς γὰρ ἐβόας τεμνόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.