Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 10 Νοεμβρίου 2011

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ ΧΡΙΣΤΟΥ, ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ, ΕΙΣ ΠΕΛΩΝ ΕΚ ΘΕΟΥ


Τῶν Ἑβδομήκοντα Χριστοῦ, Ἁγίων Ἀποστόλων, εἷς πέλων ἐκ Θεοῦ, θεράπων θεοφόρος, καὶ τοῦ Παύλου συγγενής, ὡς οὗτος μαρτυρεῖ, τὴν πυρίπνοον χάριν τοῦ Παρακλήτου, ἐδέξω ἐν τῇ ψυχῇ σου, Ῥῳδίων Ἀπόστολε θεηγόρε· καὶ τὴν πανοπλίαν τοῦ φωτὸς ἐνδεδυμένος, ἐξῆλθες κηρύττων τοῖς ἔθνεσι, τὴν τοῦ Χριστοῦ ἀπόρρητον κένωσιν, καὶ τὴν ἐξ αὐτῆς ἐλευθερίαν καὶ λύτρωσιν καὶ ἁγιασμόν, τοῖς δεδουλωμένοις τῷ παναλαίστορι ἐχθρῷ· καὶ ἐν Νέαις Πάτραις γεγονώς, τὸν λόγον τῆς πίστεως διέσπειρας, καὶ μαρτυρικῶς Χριστῷ ἀνελήλυθας, καλῶς τελέσας τὸν δρόμον σου· διό σε πάντες τιμῶμεν Ἀπόστολε.