«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
Δεήσεσι καὶ νηστείᾳ σχολάζων, καὶ ἀγρύπνως τὸν Θεὸν ἱκετεύων, ὀπτασιῶν, καὶ ὁράσεων θείων, κατηξιώθης Θεόφρον πανόλβιε, μυούμενος τὰ ὑπὲρ νοῦν, διανοίας σοφὲ καθαρότητι.
Ὡς Ἄγγελος μετὰ σώματος Πάτερ, ἐπὶ γῆς ἐπολιτεύσω θυσίας, εἰρηνικάς, ἀναιμάκτους τῇ πίστει, συντετριμμένῃ καρδίᾳ καὶ πνεύματι, Μακάριε τῷ ποιητῇ, Ἰωάννη προσφέρων γηθόμενος.
Ὁ βίος σου ὑπὲρ ἥλιον λάμψας, συμπαθείας ἐπαφῆκεν ἀκτῖνας, τὸ σκοτεινόν, νέφος ἐξελαυνούσας, τῶν δεομένων πενίας πανόλβιε, θαλπούσας τε τοὺς τῷ κρυμῷ, τῶν δεινῶν κρατουμένους Θεόπνευστε.