«Τὸν ἐκ νυκτὸς ἀγνωσίας, ἐπὶ τὴν ψυχάλωτον ὁδὸν ἀεὶ πλανώμενον, τῷ φωτὶ τῆς γνώσεώς σου Κύριε, ποδηγῶν με ἐν τῇ τρίβῳ, τῶν ἐντολῶν σου καθοδήγησον».
Τοῦ νεκρωθέντος δι' οἶκτον, νέκρωσιν ἑκούσιον, Πάτερ σοφὲ μιμούμενος, ἐσταυρώθης κόσμῳ καὶ τοῖς πάθεσι, καὶ ζωῆς ὑπερκοσμίου, κατηξιώθης ἀξιάγαστε.
Μακαρισμοῦ ἠξιώθης, πρᾶος εὐσυμπάθητος, εἰρηνικὸς γενόμενος, καὶ πεινώντων ἄρτος ἀδαπάνητος, καὶ πενήτων χορηγία, περιβολή τε γυμνητεύουσι.
Θείαις μεθέξεσι Πάτερ, κατακαλλυνόμενος, οἷὰ περ Ἄγγελος, τῷ Θεῷ ἀμέμπτως ἱερούργησας, τοὺς πιστοὺς καταφωτίζων, ταῖς ἱεραῖς διδασκαλίαις σου.