Λοῦππος ὁ μακάριος, τῆς ἀθεΐας διέλυσε, τὸν κρυμὸν τὸν βαρύτατον, θέρμῃ θείου Πνεύματος, καὶ τμηθεὶς τῷ ξίφει, ἰάσεως ῥεῖθρα, ἀναπηγάζει καὶ ψυχάς, κατατακείσας δροσίζει χάριτι, αὐτὸν ἀνευφημήσωμεν, ὡς πρεσβευτὴν ἡμῶν ἄριστον, καὶ θερμὸν ἀντιλήπτορα, εὐσεβῶς φιλομάρτυρες.
Ἑλλήνων σεβάσματα, βυθῷ ὑδάτων παρέδωκας, καὶ ἀθέους κατέπληξας, ὁρῶντας τὰ θαύματα, τὰ τῇ σῇ παμμάκαρ, τελούμενα πίστει, μέσον ἐκείνων δὲ ἑστώς, λουτρόν τὸ θεῖον ἐξ ὕψους δέδεξαι, Θεοῦ σε μεγαλύνοντος, ὡς γνησιώτατον μάρτυρα, καὶ γενναῖον ἀδάμαντα, καὶ Ἀγγέλων συμμέτοχον.
Πειρώμενοι τέμνειν σε, ἐχθροὶ ἀλλήλους κατέτεμνον, καὶ τοῖς βέλεσι βάλλοντες, ἀλλήλους ἐτίτρωσκον, ἀθλοφόρε Λοῦππε· καὶ πρίζειν δοκοῦντες, δένδρῳ προσῆξαν τὴν πληγήν, ἐσκοτισμένοι μάκαρ ὑπάρχοντες· ἐφρούρει γὰρ σε Κύριος, δι' ὃν τὸ πάσχειν προῄρησο, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, τῶν Ἀγγέλων συνόμιλε.