Μάρτυς Εὐτυχῆ μακάριε, μαθητευθεὶς ἱερῶς, τῷ τοῦ Λόγου σεπτῷ μαθητῇ, Θεολόγῳ κήρυκι, πρὸς αὐτοῦ πᾶσαν μύησιν, ἱερωτάτην ἤδη μεμύησαι, καὶ φῶς ὡράθης, φωτίζων χάριτι, πᾶσαν διάνοιαν, ταῖς θεολογίαις σου ταῖς ἱεραῖς· ὅθεν τὴν ἁγίαν σου, μνήμην γεραίρομεν.
Πλάνης καθεῖλες ὀχύρωμα, ἀναμοχλεύσει στερρᾶς, καρτερίας πανόλβιε, καὶ δεσμὰ ὑπήνεγκας, καὶ ἀοίδιμον θάνατον· ἀθανασίας ὅθεν ἐπέτυχες, χοροῖς μαρτύρων, Ἀγγέλων τάξεσι, συναυλιζόμενος, καὶ μεθέξει κρείττονι θεοπρεπῶς, κάλλιστα θεούμενος, καὶ τελεώτατα.
Ἐν τῇ φρουρᾷ κεκλεισμένος ὤν, ἄρτον ἐδέξω ζωῆς, οὐρανόθεν ἀοίδιμε, ἐμβληθεὶς εἰς φλόγα δέ, ἀδιάφλεκτος ἔμεινας, πληγὰς ὑπέστης, δεινῶς ξεόμενος, ὁρμὰς θηρίων, εὐχαῖς ἐπράϋνας, ξίφει τὴν κάραν σου, ἀπετμήθης αἵματι πρὸς οὐρανόν, ἀνακουφιζόμενος, ὡς θείῳ ἅρματι.