Καινῷ μνημείῳ, Ἰωσήφ σε κατέθετο, οἰκτίρμον, ὁ εὐσχήμων· ἀνέστης δέ, ἐκ νεκρῶν τριήμερος, καινοποιήσας ἡμᾶς.
Σαλευομένων τὰς καρδίας ἐστήριξας, τὴν γῆν πᾶσαν σαλεύσας μακρόθυμε, τῇ σεπτῇ σταυρώσει σου, ἣν καθυπέστης σαρκί.
Τυφλόν ποτε ἐκ γενετῆς, προσελθόντα σοι, ἰάσω πανοικτίρμον, δοξάζοντα τὴν οἰκονομίαν σου, καὶ τὰ θαυμάσια.