Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 1 Ιουνίου 2011

ΑΝΕΛΘΩΝ ΕΙΣ ΟΥΡΑΝΟΥΣ, ΟΘΕΝ ΚΑΙ ΚΑΤΗΛΘΕΣ

Ἀνελθὼν εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθες, μή ἐάσῃς ἡμᾶς ὀρφανοὺς Κύριε· ἐλθέτω σου τὸ Πνεῦμα, φέρον εἰρήνην τῷ κόσμῳ, δεῖξον τοῖς Υἱοῖς τῶν ἀνθρώπων, ἔργα δυνάμεώς σου, Κύριε φιλάνθρωπε.
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
Ἀνῆλθες Χριστὲ πρὸς τὸν ἄναρχον Πατέρα σου, ὁ τῶν ἀπεριγράπτων αὐτοῦ κόλπων μὴ χωρισθείς, καὶ προσθήκην αἱ δυνάμεις, τῇ αἰνέσει τοῦ Τρισαγίου οὐκ ἐδέξαντο, ἀλλ' ἕνα Υἱόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν, ἐγνώρισάν σε Κύριε, μονογενῆ τοῦ Πατρός. Ἐν πλήθει σῶν οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Οἱ Ἄγγελοί σου Κύριε, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτός ἐστι Χριστὸς ὁ Θεός, ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὗτος ἐλεύσεται πάλιν, ὃν τρόπον ἐθεάσασθε αὐτόν, πορευόμενον εἰς οὐρανόν, λατρεύσατε αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα.