Ὅτε, ἀγνωσίας ὁ κρυμός, πᾶσαν ἐπεκράτει τὴν κτίσιν, ταῖς ἐπηρείαις ἐχθροῦ, καὶ ἐθεραπεύετο ἡ τῶν εἰδώλων πληθύς, τότε ἔνδοξοι Μάρτυρες, προθύμῳ καρδίᾳ, ζέσει θείας πίστεως, τοῦτον ἐπαύσατε, πόθῳ ἐκκενοῦντες τὸ αἷμα, ὑπὲρ τοῦ τό, ἴδιον αἷμα, ἐπὶ τὸν Σταυρὸν σαφῶς κενώσαντος.
Πέων, ὁ γενναῖος ἀθλητής, Βαλλεριανὸς καὶ Χαρίτων, καὶ Χαριτὼ σὺν αὐτῷ, θεῖος, Ἰουστῖνός τε καὶ ὁ Εὐέλπιστος, καὶ Ἱέραξ ὁ ἔνδοξος, στολὴν ἐξ αἱμάτων, θείαν ἐπιχρώσαντες, καὶ στολισάμενοι, ἅμα τῷ Δεσπότῃ τῶν ὅλων, ἐν τοῖς οὐρανοῖς μετ' Ἀγγέλων τῷ παμβασιλεῖ Χριστῷ παρίστανται.
Ὅτε, ἐπινεύσει θεϊκῇ, πρὸς τοὺς ὑπὲρ φύσιν ἀγῶνας, προσεχωρήσατε, σῶμα τὸ φθειρόμενον ἀπαρνησάμενοι, τότε σθένει ῥωννύμενοι, τοῦ Παντοδυνάμου, πῦρ οὐκ ἑπτοήθητε, οὐ ξίφη τέμνοντα· ὅθεν τῷ Θεῷ τὸν αὐχένα, κλίναντες μακάριον τέλος, ἐν ἀγαλλιάσει ὑπεδέξασθε.
Σὺ εἶ, τῶν Ἀγγέλων ἡ χαρά, σὺ εἶ τῶν ἀνθρώπων ἡ δόξα, σὺ τῶν πιστῶν ἡ ἐλπίς, Δέσποινα πανάμωμε, καὶ προστασία ἡμῶν, καὶ πρὸς σὲ καταφεύγοντες, ἐν πίστει βοῶμεν, ὅπως ταῖς πρεσβείαις σου, ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, λύπης ψυχοφθόρου καὶ πάσης, θλίψεως ῥυσθείημεν πάντες, οἱ ἀνευφημοῦντές σε Θεόνυμφε.