Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Κυριακή 12 Ιουνίου 2011

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΟΝΟΥΦΡΙΕ, ΤΟΥ ΗΛΙΟΥ ΜΙΜΗΤΗΣ

Πάτερ θεόφρον Ὀνούφριε, τοῦ Ἠλιοὺ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς τοῦ κόσμου συγχύσεως, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν ἐρήμῳ συναυλιζόμενος, χαίρων μακάριε, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο.
Ὅσιε Πάτερ Ὀνούφριε, ἱερωτέραν ψυχήν, θεοφρόνως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, τῇ τῶν πραέων γῇ κατεσκήνωσας, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.
Πάτερ παμμάκαρ Ὀνούφριε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι τρισόλβιε, τῆς σῆς ἀσκήσεως τὰ γνωρίσματα, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον γενόμενος, τοῦ νυμφῶνος ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἀξιοθαύμαστε.
Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῷ μόνῳ, προσομιλεῖν ἐπεπόθησας. Ὅθεν κόσμον κατέλιπες φυγαδεύων, καὶ διαιτώμενος ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα σεαυτῷ ἐμπορευόμενος, μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε Ὅσιε.