Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 1 Ιουνίου 2011

ΣΤΑΥΡΩΣΙΝ ΕΚΟΥΣΙΟΝ, ΚΑΤΑΔΕΞΑΜΕΝΟΣ ΣΑΡΚΙ

Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν καὶ ζωήν, τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες, ψάλλοντες, ἐπινίκιον ᾠδήν.

Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων Ἰωσήφ, καὶ προσεκύλισε τῇ θύρᾳ τοῦ μνήματος, λίθον μακρόθυμε· ἀλλ' ἀνέστης ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Θαύματα παράδοξα, ἐπιτελῶν ὁ Λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ γενετῆς, πηλὸν ἐπιχρίσας, καὶ εἰπών· Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώσῃ με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.