Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Σάββατο 11 Ιουνίου 2011

ΤΟ ΜΕΓΑ ΜΥΣΤΗΡΙΟΝ ΒΑΡΘΟΛΟΜΑΙΕ...

Τὸ μέγα μυστήριον Βαρθολομαῖε, τῆς θείας σαρκώσεως, τῷ κόσμῳ ἐφανέρωσας, τὸ πᾶσιν ἀχώρητον καὶ ἀκατάληπτον, μόνοις δὲ χωρούμενον πιστοῖς, ἀνερμηνεύτως καὶ πιστευόμενον.

Ὡς λίθος πανάγιος Βαρθολομαῖε, ἁγνῶς κυλιόμενος τῆς πλάνης τὸ ὀχύρωμα, εὐτόνως κατέστρεψας, τῆς Ἐκκλησίας δέ, ἄρρηκτος θεμέλιος φανείς, διαφυλάττεις ταύτην ἀκράδαντον.