Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 1 Ιουνίου 2011

ΟΥΡΑΝΟΘΕΝ ΤΗΝ ΚΛΗΣΙΝ ΔΕΞΑΜΕΝΟΣ, ΩΣΠΕΡ Ο ΘΕΣΠΕΣΙΟΣ ΠΑΥΛΟΣ ΘΕΟΣΟΦΕ...

Οὐρανόθεν τὴν κλῆσιν δεξάμενος, ὥσπερ ὁ θεσπέσιος Παῦλος θεόσοφε, εὐθυδρομήσας ἄριστα, μαρτυρίου τὸ στάδιον ἤνυσας.

Ἀκυμάντως βασάνων τὸ πέλαγος, θείᾳ κυβερνήσει διήλθετε Μάρτυρες, καὶ πρὸς λιμένα εὔδιον, τῆς Χριστοῦ βασιλείας ἐφθάσατε.

Ἀπλανεῖς ὡς ἀστέρες ἐμπρέποντες, τῷ τῆς Ἐκκλησίας σεπτῷ, στερεώματι, τὴν οἰκουμένην ἅπασαν, φωταυγείαις τῶν ἄθλων φωτίζετε.