Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ
περιεζώσατο.
Ὁ τὴν ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν, σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ, ἐκ πλάνης ῥυσθέντες ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
τῷ οἴκῳ σου πρέπει ἁγίασμα εἰς μακρότητα ἡμερῶν.
Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.
Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.