Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τρίτη 31 Μαΐου 2011

Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ, ΕΝ ΤΩ ΙΔΙΩ ΛΟΓΙΣΜΩ ΕΛΕΓΕΝ...

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω σου τὴν δύναμιν.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον, ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τὰς κόρας, πηλὸν τοῖς σοῖς πλαστουργοῖς δακτύλοις ἐπιχρίσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον, τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.
Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.