Λάμψιν φωσφόρον, καταλάμψασαν θεώμενοι, προδήλως ἐν Σαββάτῳ, τῷ φωτοφόρῳ Τυφλῷ, οἱ νόμοις τοῖς Μωσέως ἐντεθραμμένοι, γνώμῃ τυφλώττουσιν, ὁρῶντες σκιᾷ, σκίασμα μὴ γνόντες τὸ συγκαλύπτον νόμους, ἐξ οὗ οὐκ εἶδον τὸν φωτουργόν, καὶ τὸν τῷ λόγῳ Σαββάτου δημιουργόν, τὸν ὀμματώσαντα Τυφλὸν τῇ ἀπονίψει, καὶ τῇ τοῦ πτύσματος καινῇ πηλεργασίᾳ, μεθ' οὗ μιγνύμενοι, Θεὸν αὐτὸν κατίδωμεν, τὴν ἐκτύφλωσιν Φαρισαίων ἐλέγχοντες ὁράσει, τῇ ἐκ τοῦ κρείττονος.
Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με.
Ὄρθρος ἀνίσχει, τῷ ἐν σκότει, διατρίβοντι, νυκτὸς ἀορασίας πολυωδύνῳ Τυφλῷ, ἐν ῥείθροις λουσαμένῳ, τὸ φῶς ὀμμάτων θείῳ κελεύσματι, πηγὴ Σιλωάμ· ὅθεν σελασφόρος καινότερος ὁρᾶται, ὁμίχλην σκότους νυκτοποιόν, τῶν νομικῶν διελέγχων Γραμματιστῶν, καὶ τὴν σκοτόμαιναν, τῆς τούτων ἀβλεψίας, ταῖς ἀναλάμψεσι φωτίζων ταῖς φωσφόροις, ἐξ ὧν ἡ τύφλωσις τοῦ πρὶν σκιώδους γράμματος, ὀμματοῦται ταῖς ἐκ τοῦ Λόγου, ἡμῖν παρεχομέναις, φαιδραῖς ἐλλάμψεσιν.
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου.
Ὕψους ἐπέβη φωτοφόρου ἐπιβάσεως, φωτὶ θεογνωσίας καταλαμφθεὶς ὁ Τυφλός, κἂν πρῴην ἐτυφλοῦτο ἐξ ἀμφοῖν τὸν φωτοδότην γνωρίζει καὶ φωτουργόν, τὸν ἀναλάμψαντα ἐκ τάφου τριημέρως, καὶ γῆν φαιδρύναντα αὐτοῦ τῇ Ἀναστάσει ἐξ ἧς ἐπέλαμψε, τὸ φῶς τῆς ἀναπλάσεως, τοῖς ἐν σκότει κεκρατημένοις, βροτοῖς δι' εὐσπλαγχνίαν καὶ μέγα ἔλεος.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθεὶς Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τάς κόρας, πηλὸν τοῖς σοῖς πλαστουργοῖς δακτύλοις ἐπιχρίσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε καὶ ἡμῶν καταύγασον τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.