Ἡ ἀπροσμάχητος χάρις, τοῦ δυναμοῦντός σε, ἐν ἀσθενείᾳ Μάρτυς, σοῦ τῆς φύσεως πᾶσι, τὴν δύναμιν δεικνύει· διὸ καὶ θνητῷ, σὲ ἐνίσχυσε σώματι, καταπαλαῖσαι τὸν ἄσαρκον κραταιῶς, καὶ λαβεῖν τὰ νικητήρια.
Ταῖς τῶν αἱμάτων ῥανίσι, τῆς ἀθεΐας τὸ πῦρ, Μεγαλομάρτυς σβέσας, τὴν Χριστοῦ Ἐκκλησίαν, κατήρδευσας πλουσίως, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐφώτισας, τῶν εὐσεβῶς σου τιμώντων τὸ Ἱερόν, καὶ σεβάσμιον μνημόσυνον.
Ὡς ἀκαθαίρετος Πύργος, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, οὐκ ἐσαλεύθης ὅλως, τὰς αὐτῶν δὲ καρδίας, συνέσεισας Ἑρμεία, καὶ τῷ μοχλῷ τῶν γενναίων ἀγώνων σου, ὡς εὐπερίτρεπτον τεῖχος, πάντων αὐτῶν, τὰ φρονήματα κατέαξας.