Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 14 Απριλίου 2011

ΛΟΓΩ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ ΛΑΟΥΣ, ΑΓΝΩΣΙΑΣ

Λόγῳ θείας γνώσεως λαούς, ἀγνωσίας πάνσοφοι, ὁλοτελῶς ἐλυτρώσασθε, καὶ προσηγάγετε, σεσωσμένους τούτους, Λόγῳ τῷ ἐκλάμψαντι, Πατρὸς ἐξ ἀγεννήτου Ἀπόστολοι· Αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πούδην καὶ Ἀρίσταρχον σοφὸν καὶ τὸν θεῖον Τρόφιμον, τοὺς ἀληθεῖς χριστοκήρυκας, ἀνευφημήσωμεν· πλάνης γὰρ χειμῶνα, θέρμῃ θείας χάριτος, διέλυσαν, καὶ νῦν πρὸς τὸ ἄδυτον, φέγγος ἐσκήνωσαν, ἀμοιβὰς πόνων δρεψόμενοι, καὶ μεθέξει, ἀρρήτῳ θεούμενοι.

Παύλῳ ἐφεπόμενοι κλεινῷ, διδασκάλῳ Ἔνδοξοι, πολλοὺς κινδύνους ὑπέστητε, εἱρκτῇ κλειόμενοι, ὁμιλοῦντες πόνοις, ξίφει ἐπὶ τέλει δέ, τμηθέντες κεφαλὰς ἐνηθλήσατε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.