Πολλοῖς παραπτώμασι, καὶ ἡδοναῖς ταῖς τοῦ βίου, ἀσθενοῦσαν κέκτημαι, τὴν ἰσχὺν ὁ δείλαιος, καὶ κατάκειμαι, ἐπὶ κλίνης πάντοτε, ῥαθυμίας Δέσποτα, καὶ βοῶ σοι· Συμπαθέστατε, ἐλθὼν ἐπίσκεψαι, ῥῶσίν μοι παρέχων καὶ ἔλεος, καὶ μὴ ἐγκαταλίπῃς με, μήποτε ὑπνώσω εἰς θάνατον, καὶ ἐπιχαρῇ μοι, ἐχθρὸς τῇ ἀπωλείᾳ, ὁ ζητῶν, εἰς ᾍδου βάραθρα πάνδεινα, Σῶτερ κατασπάσαι με.
Τὸν ἄσπλαγχνον Πλούσιον, ἐν ἀφροσύνῃ ζηλώσας, ἡδέως εὐφραίνομαι, ἡδοναῖς καὶ πάθεσι βυθιζόμενος, καὶ ὁρῶν κείμενον, πρὸ πυλῶν πάντοτε, μετανοίας ὥσπερ Λάζαρον, τὸν νοῦν μου Κύριε, τοῦτον ἀναισθήτως παρέρχομαι λιμώττοντα νοσοῦντά τε, καὶ διηλκωμένον τοῖς πάθεσιν· ὅθεν τῆς γεέννης, ὑπόδικός εἰμι τῆς ἐν φλογί, ἐξ ἧς με λύτρωσαι Δέσποτα, μόνε πολυέλεε.