Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 14 Απριλίου 2011

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ.... ΛΑΟΝ ΤΟΝ ΕΥΣΕΒΟΦΡΟΝΑ...

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν».

Ἰσχὺς ἀφήρηται τοῦ ἀλάστορος, πέπτωκε δὲ τὸ τούτου ἐπαιρόμενον φρύαγμα· ἀσθενείᾳ σαρκὸς γὰρ οἱ Ἅγιοι, τούτῳ περιπλακέντες, ἔτρεψαν ὤλεσαν, καὶ τῆς τυραννίδος τῆς αὐτοῦ πιστοὺς ἐρρύσαντο.

Ὡς χοῦν τὴν πλάνην ἐξελεπτύνατε, πανευκλεεῖς φωστῆρες οἰκουμένης Ἀπόστολοι, καὶ Ἀγγέλων συμπολῖται ὤφθητε, μέλποντες σὺν ἐκείνοις, Ἅγιος, Ἅγιος, Ἅγιος ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα Ἅγιον.

Σαρκὸς ἰώμενοι ἀρρωστήματα, καὶ ψυχικὰ Ἀπόστολοι Κυρίου νοσήματα, καὶ τελοῦντες ἐξαίσια θαύματα, πάντας τοὺς ἐν ἀγνοίᾳ προσεφειλκύσατε, γνώσεως πρὸς φῶς ἀληθινόν· ὅθεν δοξάζεσθε.

Ἡ θεία μνήμη ὑμῶν ἐκλάμψασα, τὴν τοῦ Χριστοῦ φαιδρύνει Ἐκκλησίαν Ἀπόστολοι, ἣν ταῖς θείαις ὑμῶν παρακλήσεσι, ῥύσασθε πάσης βλάβης τῆς τῶν αἱρέσεων, σκέποντες ἀπήμονα λαὸν τὸν εὐσεβόφρονα.