Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμῃ τάφον οἰκεῖν, ἐπηρώτας· Ποῦ τεθείκατε αὐτόν, μαθὼν δὲ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν ἐπόθεις· Λάζαρε δεῦρο ἔξω, καὶ ἐπήκουσεν ὁ ἄπνους, τῷ πνοὴν αὐτῷ διδόντι, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου, ἐπὶ τὸ μνῆμα ἦλθες Λαζάρου, καὶ ἐπὶ φίλῳ δάκρυα ῥάνας, νεκρὸν τετραήμερον ἤγειρας, ὁ στάχυς τῆς ζωῆς· διὸ θάνατος ἐδέθη φωνῇ, τὰ σπάργανα ἐλύθη χερσί· τότε χαρᾶς ἐπληροῦτο, τὸ στῖφος τῶν Μαθητῶν, καὶ μία παρὰ πάντων, ἐλειτουργεῖτο συμφωνία· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ ᾍδου τὰ βασίλεια, καὶ ὁ λόγος τῆς ἐξουσίας σου, ἤγειρεν ἐκ τάφου τετραήμερον, καὶ γέγονεν ὁ Λάζαρος, τῆς παλιγγενεσίας, προοίμιον σωτήριον. Πάντα δυνατά σοι Δέσποτα, τῷ πάντων Βασιλεῖ, δώρησαι τοῖς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Κύριε, πιστῶσαι θέλων τοὺς Μαθητάς σου, τὴν ἐκ νεκρῶν σου Ἔγερσιν, ἐν τῷ μνήματι Λαζάρου παραγέγονας, καὶ φωνήσαντός σου τοῦτον, ὁ ᾍδης ἐσκυλεύθη, καὶ ἀπέλυσε τὸν τετραήμερον, βοῶντά σοι· Εὐλογημένε Κύριε δόξα σοι.
Κύριε, παραλαμβάνων τοὺς Μαθητάς σου, ἐν Βηθανίᾳ παρεγένου, ἵνα ἐγείρῃς τὸν Λάζαρον, καὶ δακρύσας ἐπ αὐτόν, νόμῳ φύσεως ἀνθρωπίνης, ὡς Θεός, τοῦτον τετραήμερον ἥγειρας, καὶ ἐβόα σοι Σωτήρ· Εὐλογημένε Κύριε δόξα σοι.