«Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης».
Ὑμνείτω τὸ θαῦμα, Βηθανία σὺν ἡμῖν· ἐν ταύτῃ γὰρ ἐδάκρυσεν ὁ Κτίστης, τὸν Λάζαρον ἀνιστῶν, νόμῳ φύσεως σαρκός, καὶ Μάρθας τὰ δάκρυα λιπών, καὶ τὸν κλαυθμόν Μαρίας, εἰς χαρὰν μεταβαλών, τὸν νεκρὸν ἐγείρει.
Πιστούμενος Λόγε, τὴν Ἀνάστασιν τὴν σήν, ἐκάλεσας τὸν Λάζαρον ἐκ τάφου, καὶ ἥγειρας ὡς Θεός, ἵνα δείξῃς τοῖς λαοῖς, Θεόν σε, καὶ ἄνθρωπον ὁμοῦ, ἐν ἀληθείᾳ ὄντα, καὶ ἐγείραντα Ναόν, τὸν τοῦ σώματός σου.
Συνέσεισας πύλας, καὶ μοχλοὺς τοὺς σιδηρούς, ἐφόβησας τὸν ᾍδην τῇ φωνῇ σου, καὶ ἔπτηξε σὺν αὐτῷ, καὶ ὁ θάνατος εὐθύς, ὡς εἶδον τὸν Λάζαρον Σωτήρ, τὸν παρ΄ αὐτοῖς δεσμώτην, ψυχωθέντα τῇ φωνῇ, καὶ ἐξαναστάντα.
Ἐξέστησαν πάντες, ὡς ἑώρων σε Σωτήρ, δακρύοντα, τὸν Λάζαρον θανέντα, καὶ ἔλεγον οἱ δεινοί. Ἴδε πῶς αὐτὸν φιλεῖ, εὐθὺς οὖν ἐφώνησας αὐτόν, καὶ ἀναστὰς ὁ ἄπνους, ἀφῃρεῖτο τὴν φθοράν, τῷ προστάγματί σου.
Ἐσείσθησαν πύλαι, συνετρίβησαν μοχλοί, ἐλύθησαν δεσμὰ τοῦ τεθνεῶτος· ὁ ᾍδης δὲ τῇ φωνῇ, τῆς δυνάμεως Χριστοῦ, πικρῶς ἀνεστέναξε, καὶ ἀνεβόα· Οἴμοι! Τίς καὶ πόθεν ἡ φωνή, ἡ νεκροὺς ζωοῦσα;
Ἀνάστα ἐντεῦθεν, ὑπακούσας τῆς φωνῆς· ὁ φίλος σου γὰρ ἔξω προσφωνεῖ σε· οὗτός ἐστιν, ὁ τὸ πρὶν ἀναστήσας τοὺς νεκρούς· Ἠλίας μὲν ἤγειρε νεκρόν, καὶ Ἐλισσαῖος ἅμα, ἀλλ' αὐτὸς ἦν δι' αὐτῶν, καὶ λαλῶν καὶ πράττων.