Ἡλίου φαιδρότερον, λελαμπρυσμένη ἡ μνήμη σου, τοῖς πιστοῖς ἐξανέτειλε, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Βασίλειε μάκαρ, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, τὴν ἁγίαν σου κοίμησιν, τὸν Σωτῆρα δοξάζοντες.
Βέλει τῷ τῶν λόγων σου, παρανομούντων συστήματα, παμμακάριστε ἔτρωσας· φωνὴν ὅθεν ἔδωκαν, οὐρανῶν νεφέλαι, χοροὶ Ἀσωμάτων, συνεπεκρότησαν χαρᾷ, τῶν σῶν ἀγώνων τὴν καρτερότητα· διὸ ἐπαγαλλόμενοι, πίστει σὺν τούτοις τιμῶμέν σε, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον.
Σοφῶς ἀντικτώμενος, τῶν ἐπὶ γῆς τὰ οὐράνια, καὶ ῥεόντων τὰ ἄρρευστα, φθαρτῆς τε τὴν ἄφθαρτον, ἀντηλλάξω δόξαν, καὶ ἀντ᾽ ἐξορίας, καὶ πολυτρόπων πειρασμῶν, τὰ ὑπὲρ λόγον Θεοῦ βασίλεια, ἐν οἷς καὶ ἀγαλλόμενος, σὺν Ἀσωμάτοις Βασίλειε, ὑπὲρ πάντων ἱκέτευε, τῶν πιστῶς εὐφημούντων σε.