Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 20 Απριλίου 2011

ΤΗΝ ΑΠ' ΑΙΩΝΟΣ, ΚΕΚΑΛΥΜΜΕΝΗΝ ΧΡΙΣΤΟΣ

Τὴν νομικήν, ἐκπληρώσας πρόσταξιν, ὁ πλάκας τὰς νομικάς, γράψας ἐν Σινᾷ, ἔφαγε μὲν τὸ Πάσχα, τὸ πάλαι καὶ σκιῶδες, γέγονε δὲ πάσχα, καὶ μυστικὴ ζωοθυσία. (Δίς)

Τὴν ἀπ' αἰῶνος, κεκαλυμμένην Χριστός, σοφίαν μυσταγωγῶν, ἔδειξας ὁμοῦ, πᾶσι τοῖς Ἀποστόλοις, Σωτὴρ ἐπὶ τοῦ δείπνου, ἣν ταῖς Ἐκκλησίαις, παρέδωκαν οἱ θεοφόροι.

Εἷς ἐξ ὑμῶν, δόλῳ παραδώσει με. Ἑβραίοις ἀπεμπολῶν, ταύτῃ τῇ νυκτί, τοῦτο Χριστὸς βοήσας, συνέχεε τοὺς φίλους, τότε εἷς πρὸς ἕνα, διαπορῶν προσεκινεῖτο.

Ταπεινωθείς, δι' ἡμᾶς ὁ πλούσιος, τοῦ δείπνου ἐξαναστάς, λέντιον λαβών, τοῦτο περιεζώσω, καὶ κλίνας τὸν αὐχένα, ἔνιψας τοὺς πόδας, τῶν Μαθητῶν καὶ τοῦ προδότου.

Τῆς ὑπὲρ νοῦν, καὶ ἀφράστου γνώσεως, τὸ ὕψος σου Ἰησοῦ, τίς μὴ ἐκπλαγῇ, ὅτι πηλῷ παρέστης, ὁ Κτίστης τῶν ἁπάντων, νίπτων μὲν τοὺς πόδας, ἐκμάσσων δὲ καὶ τῷ λεντίῳ;

Ὁ Μαθητής, ὃν ἠγάπα Κύριος, τῷ στήθει ἀναπεσών, ἔφη πρὸς αὐτόν· Τίς ὁ παραδιδούς σε; Χριστὸς δὲ πρὸς ἐκεῖνον. Οὗτος ὁ ἐμβάψας, ἐν τῷ τρυβλίῳ νῦν τὴν χεῖρα.

Ὁ Μαθητὴς τὸν ψωμὸν δεξάμενος, κατὰ τοῦ ἄρτου χωρεῖ, πρᾶσιν μελετῶν· τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις· Τί παρέχετέ μοι, κᾀγὼ ὑμῖν αὐτὸν προδώσω;