Πρὸς ἐπίπονα σκάμματα, πρὸς πολύπλοκα θήρατρα, πρὸς δεινὰ παλαίσματα, Κρήσκη πάνσοφε, γενναιοφρόνως ἐχώρησας, σαρκὸς μὴ φεισάμενος, ἀλλ' ἑλόμενος θανεῖν, διὰ πόθον τὸν ἔνθεον· ὅθεν πᾶσά σε, ἡ Χριστοῦ Ἐκκλησία μακαρίζει, ἐκτελοῦσά σου τὴν μνήμην, Μεγαλομάρτυς πανένδοξε.
Ὠμοτάτως ξεόμενος, καὶ πλευρὰς ὀρυττόμενος, καὶ μαστίγων πλήθεσι, δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ σεβάσμιον, Ἀθλοφόρων καλλονή, Ἐκκλησίας εὐπρέπεια· διὰ ταῦτά σε, ἐν αἰνέσει τιμῶμεν τὴν ἁγίαν, ἑορτάζοντές σου μνήμην, καὶ προσκυνοῦντες τὰ λείψανα.
Ἱερῶς πυρπολούμενος, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Κρήσκη παναοίδιμε, μέσον ἵστασο, πυρὸς μηδόλως φλεγόμενος, εἰς χεῖρας δὲ πάνσοφε, ἐναπέθου τοῦ Θεοῦ, τὸ μακάριον πνεῦμά σου· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, ἱκετεύων, ἱλασμὸν ἁμαρτημάτων, λαβεῖν τοὺς πόθῳ τιμῶντάς σε.