Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Τετάρτη 20 Απριλίου 2011

ΨΥΧΑΙΣ ΚΑΘΑΡΑΙΣ, ΚΑΙ ΑΡΡΥΠΩΤΟΙΣ ΧΕΙΛΕΣΙ, ΔΕΥΤΕ ΜΕΓΑΛΥΝΩΜΕΝ ΤΗΝ ΑΚΗΛΙΔΩΤΟΝ...

Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ἀγνώμων φανείς, καὶ πονηρὸς ζηλότυπος, δῶρον ἀξιόθεον λογοπραγεῖ, δι' οὗ ὀφειλέσιον ἐλύθη ἁμαρτημάτων, καπηλεύων ὁ δεινός, Ἰούδας τὴν φιλόθεον χάριν. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Λέγει πορευθείς, τοῖς παρανόμοις ἄρχουσι· Τί μοι δοῦναι θέλετε κᾀγὼ Χριστὸν ὑμῖν, τὸν ζητούμενον, τοῖς θέλουσι παραδώσω; οἰκειότητα Χριστοῦ, Ἰούδας ἀντωσάμενος χρυσοῦ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ὢ πηρωτικής, φιλαργυρίας ἄσπονδε! λήθης ὅθεν ἔτυχες, ὅτι ψυχῆς, ουδ' ὃς ἰσοστάσιος ὁ Κόσμος, ὡς ἐδιδάχθης· ἀπογνώσει γὰρ σαυτόν, ἑβρόχισας ἀνάψας προδότα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.