Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Μύρον ἁγιάσματος, ἐκ τῶν ἀσκητικῶν Ὅσιε, ἀρωμάτων, ὅλως συνετέθης, εἰς ὀσμὴν τοῦ Θεοῦ ἡμῶν.
Ὅπλον τὴν ἐγκράτειαν, καὶ θυρεὸν εὐχὴν Ὅσιε, ἔχων ἀεί, τὰς ἀρχὰς τοῦ σκότους, θριαμβεύσας κατῄσχυνας.
Νόμον τὸν τοῦ Πνεύματος, ἀντιτιθεὶς σοφῶς ἔσβεσας, τὸν τῆς σαρκός, νόμον καὶ νομίμως, τῷ Κυρίῳ δεδούλευκας.
Ἄπασαν τὴν ἔφεσιν, καὶ τὴν διάνοιαν Ὅσιε, πρὸς τὸν Χριστοῦ, πόθον προσερείσας, τῶν γηΐνων ἠλόγησας.