«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».
Ἐπιστὰς τῷ Λαζάρου, μνήματι φιλάνθρωπε, τοῦτον ἐκάλεσας, καὶ ζωὴν παρέσχες, ὡς ζωὴν χρηματίζων ἀθάνατος, τῶν βροτῶν ἁπάντων, οἷα Θεός, τὴν ἐσομένην, προθεσπίζων προδήλως Ἀνάστασιν.
Δεδεμένος τοὺς πόδας, Λάζαρος ἐβάδιζε, θαῦμα ἐν θαύμασι! καὶ γὰρ μείζων ὤφθη, τοῦ κωλύοντος ὁ ἐνισχύων Χριστός, οὗ τῷ λόγῳ πάντα, δουλοπρεπῶς ὑπηρετοῦσιν, ὡς Θεῷ καὶ Δεσπότῃ δουλεύοντα.
Ὁ νεκρὸν ὀδωδότα, Λάζαρον ἐγείρας Χριστὲ τετραήμερον, ἐξανάστησόν με, νεκρωθέντα νῦν ἁμαρτήμασι, καὶ τεθέντα λάκκῳ, καὶ σκοτεινῇ σκιᾷ θανάτου· ἀλλὰ ῥῦσαι, καὶ σῶσον ὡς εὔσπλαγχνος.