«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».
Νυττόμενος τῷ τερπνῷ, τῶν οὐρανίων πυρσεύματι, τὸν θρόνον τὸν ἐπὶ γῆς, κατέλιπες Ὅσιε, καὶ κλῆρον ἀκήρατον, ἐν γῇ τῶν πραέων, ὡς πραότατος ἐπλούτησας.
Τῆς πλάνης καταγελῶν, τῆς τῶν βλασφήμων αἱρέσεως, τὸ θεῖον καὶ εὐσεβές, Ὀρθόδοξον φρόνημα, προθύμως ἐδίδαξας, τὴν εἰκόνα σέβειν, τοῦ Σωτῆρος ἀξιάγαστε.
Ὁ πόθος σου πρὸς Θεόν, πεπλήρωται παναοίδιμε· μετέστης γὰρ πρὸς αὐτόν, ἐνθέως γηθόμενος, καὶ νῦν τὰς λαμπρότητας, τῶν Ἁγίων Πάτερ, ἐποπτεύεις καὶ φαιδρότητας.