«Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γάρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν».
Ἡ ἔνθεος σκηνώσασα χάρις σοι, θεοφόρε, ποιμένα πιστότατον, τῆς Ἐκκλησίας σε ἔδειξε.
Νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα, καὶ τὰ πάθη, τῆς ζωῆς τῷ πνεύματι, κατηκολούθησας Ἔνδοξε.
Σωφρόνως καὶ δικαίως τὸν βίον σου, διανύσας, θεόφρον ἀπείληφας, τῶν ἀρετῶν τὴν ἀντίδοσιν.