Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΠΡΙΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.
Στίχοι
Τὸν Παφνούτιον γῆς τάφῳ κεκρυμμένον,
Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ.
Τῇ δ' ἐνάτῃ δεκάτῃ Παφνούτιον ἔνθεν ἄειραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου, τοῦ ἐν Πέργῃ τῆς Παμφυλίας.
Στίχοι
Κοινωνὸς ὤφθης, Θεόδωρε, τοῦ πάθους,
Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ. ἡ Ἁγία Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τελειοῦται.
Στίχοι
Φιλῶ Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα,
Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σωκράτης καὶ Διονύσιος, λόγχῃ τρωθέντες τελειοῦνται.
Στίχοι
Ἔνυξε λόγχῃ νεκρὸν Ὑψίστου πάλαι,
Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Πισιδίας τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ὁ Γεώργιος, ὡς γεώργιον μέγα,
Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τρύφωνος Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῇ Ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.
Στίχοι
Θεὸν ποθήσας ὁ τρυφὴν μισῶν Τρύφων,
Θεοῦ παρέστη τῷ κατοικητηρίῳ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.