Τὸ μέγα μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, ἐπὶ τοῦ δείπνου, συνανακειμένου σου, τοῖς Μύσταις Φιλάνθρωπε, ἀνακαλύψας ἔφης· Φάγετε ἄρτον τὸν ζωτικόν, πίστει πίετε τὸ αἷμα, κενωθὲν τῆς θεοπλεύρου σφαγῆς.
Σκηνὴ ἐπουράνιος, ἐδείχθη τὸ ἀνώγεων, ἔνθα τὸ Πάσχα, Χριστὸς ἐπετέλεσε, τὸ δεῖπνον ἀναίμακτον, καὶ λογικὴ λατρεία· ἡ τράπεζα δὲ τῶν ἐκεῖ, τελεσθέντων μυστηρίων, νοητὸν θυσιαστήριον.
Τὸ Πάσχα Χριστός ἐστι, τὸ μέγα καὶ σεβάσμιον, βρωθεὶς ὡς ἄρτος, τυθεὶς δὲ ὡς πρόβατον· αὐτὸς γὰρ ἀνήνεκται, ὑπὲρ ἡμῶν θυσία, αὐτοῦ τὸ Σῶμα εὐσεβῶς, καὶ αὐτοῦ τὸ Αἷμα πάντες, μυστικῶς μεταλαμβάνομεν.
Τὸν ἄρτον εὐλόγησας, ὁ Ἄρτος ὁ οὐράνιος, εὐχαριστήσας, Πατρὶ τῷ γεννήτορι, λαβὼν καὶ ποτήριον, τοῖς Μαθηταῖς ἐδίδως. Λάβετε, φάγετε βοῶν, τοῦτό μού ἐστι τὸ Σῶμα, καὶ τὸ Αἷμα τῆς ἀφθάρτου ζωῆς.
Ἀμὴν λέγων ἔφησε, τοῖς κλήμασιν ἡ ἄμπελος, τοῖς Ἀποστόλοις, Χριστὸς ἡ ἀλήθεια, ἀπ' ἄρτι οὐ μὴ πίω ἐκ τῆς ἀμπέλου πόμα, ἕως ἂν πίω αὐτὸ καινόν, ἐν τῇ δόξῃ τοῦ Πατρός μου, μεθ' ὑμῶν τῶν κληρονόμων μου.
Πιπράσκεις τριάκοντα, ἀργύρων τὸν ἀτίμητον, καὶ οὐ λογίζῃ, Ἰούδα παράνομε, τοῦ δείπνου τὴν μύησιν, ἢ τὸν σεπτὸν νιπτῆρα; Ὢ πῶς εἰς τέλος τοῦ φωτός, ὀλισθήσας πτῶμα ἦλθες, τὴν ἀγχόνην ἀσπασάμενος!
Τὰς χεῖρας ἐξέτεινας, ἐν αἷς τὸν ἄρτον ἔλαβες, τῆς ἀφθαρσίας, λαβεῖν τὰ ἀργύρια, τὸ στόμα πρὸς φίλημα, προσαγαγὼν δολίως, ἐν ᾧ τὸ Σῶμα τοῦ Χριστοῦ, καὶ τὸ Αἷμα ὑπεδέξω, ἀλλ' οὐαί σοι! ὡς φησὶν ὁ Χριστός.
Χριστὸς εἱστιάσατο, τὸν Κόσμον ὁ οὐράνιος, κάί θεῖος Ἄρτος. Δεῦτε οὖν φιλόχριστοι, πηλίνοις ἐν στόμασιν, ἀγναῖς δὲ ταῖς καρδίαις, ὑποδεξώμεθα πιστῶς, τόν θυόμενον τὸ Πάσχα, ἐν ἡμῖν ἱερουργούμενον.