Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος, κατέπτυξαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Οἱ δαιτυμόνες οἱ μακαριστοί, ἐν τῇ Σιὼν τῷ Λόγῳ προσκαρτερήσαντες, οἱ Ἀπόστολοι παρείποντο, τῷ Ποιμένι ὡς ἄρνες, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωρίσθησαν Χριστῷ, θείῳ λόγῳ τρεφόμενοι, εὐχαρίστως ἐβόων· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νόμου φιλίας, ὁ δυσώνυμος, Ἰσκαριώτης γνώμῃ ἐπιλαθόμενος, οὓς ἐνίψατο ηὐτρέπισε πρὸς προδοσίαν πόδας, καὶ σοῦ ἐσθίων ἄρτον, Σῶμα θεῖον, ἐπῆρε πτερνισμόν ἐπὶ σέ, Χριστέ, καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἐδεξιοῦτο τὸ λυτήριον, τῆς ἁμαρτίας σῶμα, ὁ ἀσυνείδητος, καὶ τὸ Αἷμα τὸ χεόμενον, ὑπὲρ Κόσμου τὸ θεῖον, ἀλλ' οὐκ ᾐδεῖτο πίνων, ὃ ἐπίπρασκε τιμῆς οὐ κακίᾳ προσώχθισε καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον