«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τον ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, τὴν μόνην Θεοτόκον, μεγαλύνομεν πιστῶς».
Ἐργασίας ὁ καιρός, σωτηρίας ὁ σκοπός, τὸ τάλαντον λαβοῦσα, τὴν ἀρχαίαν εἰκόνα, ψυχή μου ἐμπορεύου, τὴν αἰώνιον ζωήν.
Ὡς λαμπάδας φωτεινάς, κοσμηθέντες τὰς ψυχάς, τῷ Νυμφίῳ χωροῦντι, πρὸς τὸν ἄφθαρτον γάμον, πρὸ τοῦ τὴν θύραν κλεῖσαι, συνεισέλθωμεν αὐτῷ.
Δεῖξαι θέλων Ἰησοῦ, τὸ ὑπερφυὲς τῆς σῆς, ταπεινώσεως πᾶσιν, εἱστιάθης ἐν οἴκῳ, τοῦ Σίμωνος δειπνήσας, τῶν πεινώντων ἡ τροφή.
Ἄρτος ὢν ζωοποιός, εἱστιάθης Ἰησοῦ, Σίμωνι Φαρισαίῳ, ἵνα Πόρνη κερδήσῃ, τὴν ἄπρατόν σου χάριν, τοῦ μύρου τῇ κενώσει.
Χεῖρες ἐμοὶ ῥυπαραί, χείλη πόρνης ἐν ἐμοί, ἄναγνός μου ὁ βίος, ἐφθαρμένα τὰ μέλη, ἀλλ' ἄνες μοι καὶ ἄφες, βοᾷ Πόρνη τῷ Χριστῷ.
Ἐπιστᾶσα ἡ Γυνὴ πρὸς τοὺς πόδας σου Σωτήρ, ἐπέχεε τὸ μύρον, εὐωδίας πληροῦσα καὶ μύρου πληρουμένη, τοῦ τῶν ἔργων ἱλασμοῦ.
Ἀρωμάτων εὐπορῶ, ἀρετῶν δὲ ἀπορῶ, ἃ ἔχω σοι προσάγω, δὸς αὐτὸς ἅπερ ἔχεις καὶ ἄνες μοι καὶ ἄφες, βοᾷ Πόρνη τῷ Χριστῷ.
Μύρον παρ' ἐμοὶ φθαρτόν, μύρον παρὰ σοὶ ζωῆς· μύρον γὰρ ὄνομά σοι, κενωθὲν τοῖς ἀξίοις, ἀλλ' ἄνες μοι καὶ ἄφες, βοᾷ Πόρνη τῷ Χριστῷ.
Ἄναρχος εἶ ὁ Πατήρ, ἄκτιστος εἶ ὁ Υἱός, σύνθρονον καὶ τὸ Πνεῦμα, ἓν τὰ τρία τῇ φύσει, καὶ τρία τοῖς προσώποις, εἷς Θεὸς ἀληθινός.
Θεοτόκε ἡ ἐλπίς, τῶν τιμώντων σε ἀεί, μὴ παύσῃ δυσωποῦσα, τὸν ἐκ σοῦ γεννηθέντα, ῥυσθῆναί με κινδύνων, καὶ παντοίων πειρασμῶν.