Σελίδες

ΣΕΛΙΔΕΣ ΙΣΤΟΛΟΓΙΟΥ - ΠΕΡΙΕΧΟΜΕΝΑ

Πέμπτη 14 Απριλίου 2011

ΩΣ ΕΝ ΗΠΕΙΡΩ ΠΕΖΕΥΣΑΣ...

«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Θρόνῳ Θεοῦ παρεστῶτες ὡς λειτουργοί, ὡς αὐτοῦ διάκονοι, ὡς φωστῆρες νοητοί, φωτισμὸν αἰτήσασθε ἡμῖν, τοῖς τιμῶσι τὴν ὑμῶν μνήμην Ἀπόστολοι.

Ἐπὶ τῆς γῆς ὁ δι' οἶκτον ἐπιφανείς, μαθητὰς ἐκλέγεται, καὶ θεράποντας ὑμᾶς, σὺν ἑτέροις πλείοσιν αὐτοῦ, καταγγέλλοντας Σοφοί, τὸ θεῖον βούλημα.

Ἱερωτάτῃ χορείᾳ τῶν ἱερῶν, Χριστοῦ ἑβδομήκοντα, συνταγέντες Μαθητῶν, σὺν τῷ Παύλῳ ἅπασαν τὴν γῆν, διδαχῶν θείῳ φωτὶ καταλαμπρύνετε.

Ὁ ἱερώτατος Πούδης, καὶ ὁ κλεινός, καὶ σοφός, Ἀρίσταρχος, σὺν Τροφίμῳ φωταυγεῖς, ὡς ἀστέρες ἔλαμψαν ἐν γῇ, τὸν τῆς πλάνης σκοτασμὸν ἀποδιώκοντες.