«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῶ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».
Ξύλου ζωῆς, καὶ Παραδείσου τῆς ὄντως τρυφῆς, πανοικεσίᾳ Πάνσοφοι, νῦν ἀπολαύοντες, τοὺς ὑμᾶς εὐφημοῦντας, πρεσβεύσατε σωθῆναι, πρὸς τὸν Φιλάνθρωπον.
Ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου βαδίζων θερμῶς, ὁ σὸς ἱκέτης Δέσποτα, μονὰς κατέλαβε, καταλλήλους τῷ πόθῳ, ζωῆς τῆς αἰωνίου ἐπιλαβόμενος.
Νέαν σκηνήν, Ἀβραμιαίαν σὺ ἔδειξας, τὴν σὴν οἰκίαν ἅπασι· διὸ θεσπέσιε, Ἀβραὰμ ἐν τοῖς κόλποις, ἀξίως καὶ δικαίως ἐπαναπέπαυσαι.