«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».
Μίαν φύσιν Τριάδος, μίαν θέλησιν ἔφης, μίαν ἐνέργειαν· Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις θελήσεις, ἐνεργείας, ἐκήρυξας· ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητός εἶ.
Οὐ θελήματα δύω, διαιρούμενα γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας Πάτερ, φυσικῇ διαφέρόντα· Ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητὸς εἶ.
Στήλην ὀρθοδοξίας, τοὺς ἐνθέους σου λόγους, Πάτερ κατέχοντες, τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ ταῖς οὐσίαις, καὶ θελήσεσι σέβομεν· Εὐλογητὸς εἶ Χριστέ, αὐτῷ ἀναβοῶντες.
Δύο Πάτερ εἰδότες, ἐνεργείας τοῦ οἴκτῳ, σεσαρκωμένου Θεοῦ, διττὰς αὐτεξουσίους, θελήσεις διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.